Add parallel Print Page Options

15 Βλέπετε οὖν [a]ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ’ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ [b]συνίετε τί τὸ θέλημα τοῦ κυρίου· 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, 19 λαλοῦντες [c]ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ [d]ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ, 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ.

22 Αἱ γυναῖκες τοῖς ἰδίοις [e]ἀνδράσιν ὡς τῷ κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, [f]αὐτὸς σωτὴρ τοῦ σώματος. 24 ἀλλὰ [g]ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες [h]τοῖς ἀνδράσιν ἐν παντί.

25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς [i]γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27 ἵνα παραστήσῃ [j]αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 οὕτως ὀφείλουσιν [k]καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ, 29 οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ [l]Χριστὸς τὴν ἐκκλησίαν, 30 ὅτι μέλη ἐσμὲν τοῦ σώματος [m]αὐτοῦ. 31 ἀντὶ τούτου καταλείψει ἄνθρωπος [n]τὸν [o]πατέρα καὶ [p]τὴν μητέρα καὶ προσκολληθήσεται [q]τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 32 τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33 πλὴν καὶ ὑμεῖς οἱ καθ’ ἕνα ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.

Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.

Καὶ οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου.

Οἱ δοῦλοι, ὑπακούετε τοῖς [r]κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ Χριστῷ, μὴ κατ’ ὀφθαλμοδουλίαν ὡς ἀνθρωπάρεσκοι ἀλλ’ ὡς [s]δοῦλοι Χριστοῦ ποιοῦντες τὸ θέλημα τοῦ θεοῦ, ἐκ ψυχῆς μετ’ εὐνοίας δουλεύοντες, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, εἰδότες ὅτι [t]ἕκαστος, ὃ ἂν ποιήσῃ ἀγαθόν, τοῦτο [u]κομίσεται [v]παρὰ κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.

Καὶ οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ [w]αὐτῶν καὶ ὑμῶν ὁ κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρ’ αὐτῷ.

Footnotes

  1. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:15 ἀκριβῶς πῶς WH NIV ] πῶς ἀκριβῶς Treg RP
  2. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:17 συνίετε WH Treg NIV ] συνιέντες RP
  3. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:19 ἑαυτοῖς WH Treg RP ] + ἐν NIV
  4. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:19 ψάλλοντες WH NIV ] + ἐν Treg RP
  5. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:22 ἀνδράσιν WH NIV ] + ὑποτασσέσθωσαν Treg; + ὑποτάσσεσθε RP
  6. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:23 αὐτὸς WH Treg NIV ] καὶ αὐτὸς ἐστιν RP
  7. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 ὡς WH Treg NIV ] ὡσπερ RP
  8. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:24 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  9. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:25 γυναῖκας WH Treg NIV ] + ἑαυτῶν RP
  10. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:27 αὐτὸς WH Treg NIV ] αὐτὴν RP
  11. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:28 καὶ WH Treg NIV ] – RP
  12. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:29 Χριστὸς WH Treg NIV ] κύριος RP
  13. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:30 αὐτοῦ WH Treg NIV ] + ἐκ τῆς σαρκός αὐτοῦ καί ἐκ τῶν ὀστέων αὐτοῦ RP
  14. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὸν WH NIV RP ] – Treg
  15. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 πατέρα WH Treg NIV ] + αὐτοῦ RP
  16. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τὴν WH NIV RP ] – Treg
  17. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 5:31 τῇ γυναικὶ Treg ] πρὸς τὴν γυναῖκα WH NIV RP
  18. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:5 κατὰ σάρκα κυρίοις WH Treg NIV ] κυρίοις κατὰ σάρκα RP
  19. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:6 δοῦλοι WH Treg NIV ] + τοῦ RP
  20. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 ἕκαστος ὃ ἂν Treg ] ἕκαστος ἐάν τι WH NIV; ὃ ἐάν τι ἕκαστος RP
  21. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 κομίσεται WH Treg NIV ] κομιεῖται RP
  22. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:8 παρὰ WH Treg NIV ] + τοῦ RP
  23. ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ 6:9 αὐτῶν καὶ ὑμῶν WH Treg NIV ] ὑμῶν αὐτῶν RP